Παρασκευή 25 Μαρτίου 2016

Β΄ ΣΤΑΣΗ ΧΑΙΡΕΤΙΣΜΩΝ ΠΑΝΑΓΙΑΣ (κείμενο και απόδοση)

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ 

κουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·
Ἄκουσαν οἱ ποιμένες τοὺς Ἀγγέλους νὰ ὑμνοῦν τὴν ἔνσαρκη παρουσία τοῦ Χριστοῦ (στὴ γῆ) καὶ σπεύδοντας νὰ Τὸν δοῦν ὡς ποιμένα, τὸν ἀντίκρισαν ὡς πρόβατο ἄκακο ποὺ βοσκήθηκε στὴν κοιλιὰ τῆς Μαρίας, καὶ μὲ ὕμνους εἶπαν πρὸς αὐτήν·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.  
Χαῖρε μητέρα τοῦ προβάτου καὶ ποιμένα, χαῖρε μαντρὶ λογικῶν προβάτων (τῶν πιστῶν).
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον. 
Χαῖρε τὸ ἀμυντήριο κατὰ τῶν ἀοράτων ἐχθρῶν· χαῖρε ἐσὺ ποὺ μᾶς ἀνοίγεις τὶς (κλειστὲς) πόρτες τοῦ Παραδείσου.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.  
Χαῖρε, ἐσὺ ποὺ γίνεσαι ἀφορμὴ τὰ οὐράνια νὰ ἀγάλλονται μὲ τὴ γῆ· χαῖρε, γιατὶ τὰ ἐπίγεια συγχορεύουν μὲ τὰ οὐράνια.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. 
Χαῖρε ἐσὺ ποὺ εἶσαι τὸ ἀσίγητο στόμα τῶν Ἀποστόλων· χαῖρε ἐσὺ ποὺ εἶσαι τὸ ἀκατάβλητο θάρρος τῶν ἀθλοφόρων μαρτύρων.
Χαῖρε, στεῤῥὸν τῆς Πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα. 
Χαῖρε ἰσχυρὸ στήριγμα τῆς πίστεως· χαῖρε φωτεινὸ γνώρισμα τῆς Χάρης (τοῦ Θεοῦ).
Χαῖρε, δι᾿ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾿ ἧς ἐνεδύθημεν δόξαν. 
Χαῖρε ἐσὺ διὰ τῆς ὁποίας ἀπογυμνώθηκε ὁ Ἅδης, χαῖρε ἐσὺ διὰ τῆς ὁποίας ντυθήκαμε τὴ δόξα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.  
Χαῖρε Νύμφη, ἀνύμφευτε. 

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες· Ἀλληλούϊα.  
Οἱ Μάγοι, ἀφοῦ εἶδαν τὸ ἀστέρι ποὺ ὁδηγοῦσε στὸ Θεό, ἀκολούθησαν τὴ φωτεινὴ λάμψη του· καὶ σὰν νὰ κρατοῦσαν αὐτὸ γιὰ λυχνάρι, ἔψαχναν γιὰ τὸν ἰσχυρὸ Βασιλιά· κι ὅταν ἔφθασαν σ᾿ Αὐτὸν ποὺ κανεὶς δὲν μπορεῖ νὰ φθάσει, χάρηκαν καὶ φώναξαν δυνατὰ σ᾿ Αὐτόν· Ἀλληλούϊα. 

δον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ· 
Εἶδαν τὰ παιδιὰ τῶν Χαλδαίων (οἱ μάγοι) στὰ χέρια τῆς Παρθένου Ἐκεῖνον ποὺ μὲ τὰ χέρια Του ἔπλασε τοὺς ἀνθρώπους. Καὶ κατανοώντας πὼς εἶναι ὁ Κύριος τοῦ κόσμου, ἂν καὶ ἔλαβε τὴν ἀνθρώπινη μορφή, ἔσπευσαν νὰ τοῦ προσφέρουν τὰ δῶρα τους καὶ νὰ φωνάξουν δυνατὰ στὴν Εὐλογημένη·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας. 
Χαῖρε, ἐσὺ ποὺ ᾿γινες Μητέρα τοῦ ἀστεριοῦ (τοῦ Χριστοῦ) ποὺ δὲν πρόκειται νὰ δύσει ποτέ· χαῖρε ἡ αὐγὴ τῆς μυστικῆς ἡμέρας (τοῦ Κυρίου).
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, ἐσὺ ποὺ ἔσβησες τὸ καμίνι τῆς πλάνης· χαῖρε ἐσὺ ποὺ φωτίζεις τοὺς λάτρεις τῆς Παναγίας Τριάδος.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.  
Χαῖρε, ἐσὺ ποὺ ἔδιωξες ἀπὸ τὴν ἐξουσία του τὸν ἀπάνθρωπο τύραννο (τὸν διάβολο)· χαῖρε, ἐσὺ ποὺ μᾶς ἔδειξες τὸν φιλάνθρωπο Χριστό.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.  
Χαῖρε, ἐσὺ ποὺ μᾶς λύτρωσες ἀπ᾿ τὴ βάρβαρη θρησκεία (τὴν εἰδωλολατρία)· χαῖρε ἐσὺ ποὺ μᾶς ἔσωσες ἀπὸ τὸ βόρβορο τῶν ἁμαρτωλῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.  
Χαῖρε, ἐσὺ ποὺ ἔπαυσες τὴν προσκύνηση τῆς φωτιᾶς(τὴν πυρολατρία)· χαῖρε ἐσὺ ποὺ λυτρώνεις ἀπ᾿ τὴ φλόγα τῶν παθῶν.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.  
Χαῖρε ἐσὺ ποὺ ὁδηγεῖς τοὺς πιστοὺς στὴ σωφροσύνη, χαῖρε ὅλων τῶν γενεῶν ἡ εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.  
Χαῖρε Νύμφη, ἀνύμφευτε. 

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.  
Ἀφοῦ οἱ Μάγοι ἔγιναν θεοφόροι κήρυκες, γύρισαν πίσω στὴ Βαβυλώνα. Ἐκπλήρωσαν ἔτσι τὸν χρησμό σου καὶ σὲ ὅλους κήρυξαν πὼς εἶσαι ὁ Χριστός. Κι ἄφησαν τὸν Ἡρώδη στὸ παραλήρημά του, βουβὸ καὶ ἀνίκανο νὰ ψέλνει (στὸ Θεό)· Ἀλληλούϊα. 

Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον· 
Ἀφοῦ ἔλαμψες στὴν Αἴγυπτο τὸ φωτισμὸ τῆς θείας ἀλήθειας, ἀφάνισες τὸ σκοτάδι τοῦ ψεύδους· γιατὶ τὰ εἴδωλα αὐτῆς, μὴ μπορώντας νὰ ἀντέξουν τὴ δύναμὴ σου, Σωτήρα, γκρεμίστηκαν· κι ἐκεῖνοι ποὺ λυτρώθηκαν ἀπὸ αὐτὰ φώναζαν δυνατὰ στὴ Θεοτόκο·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.  
Χαῖρε, ἐσὺ ποὺ ἔγινες ἡ ἀνόρθωση τῶν ἀνθρώπων· χαῖρε, ἐσὺ ποὺ ἔγινες ἡ κατάπτωση τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.  
Χαῖρε, ἐσὺ ποὺ διέλυσες τὴν πλάνη τῆς ἀπάτης· χαῖρε, ἐσὺ ποὺ ἤλεγξες τὸ δόλο τῶν εἰδώλων.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.  
Χαῖρε, θάλασσα ποὺ καταπόντισες (στὰ νερά σου) τὸ νοητὸ Φαραὼ (τὸν διάβολο)· χαῖρε, πέτρα ποὺ ξεδίψασες ὅσους διψοῦν τὴν ἀληθινὴ ζωή.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.  
Χαῖρε, φωτεινὲ στύλε ποὺ ὁδηγεῖς ὅσους πορεύονται στὸ σκοτάδι· χαῖρε, σκέπη τοῦ κόσμου ποὺ ᾿σαι πιὸ πλατιὰ ἀπ᾿ τὴ νεφέλη.
Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.  
Χαῖρε, τροφὴ ποὺ διαδέχτηκε τὸ μάννα· χαῖρε, ἐσὺ ποὺ μοιράζεις τὴ θεία ἀπόλαυση (στὸν ἄνθρωπο).
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.  
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐσὺ ἀπ᾿ τὴν ὁποία ρέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.  
Χαῖρε Νύμφη, ἀνύμφευτε. 

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων· Ἀλληλούϊα.  
Ὅταν ἐπρόκειτο ὁ Συμεὼν νὰ φύγει ἀπὸ αὐτὴν ἐδῶ τὴ ζώη, τὴν ψεύτικη κι ἀπατηλή, τοῦ δόθηκες ὡς βρέφος· ἐκεῖνος ὅμως κατάλαβε πὼς εἶσαι τέλειος Θεός. Γι᾿ αὐτὸ ἐκπλησσόμενος ἀπὸ τὴν ἀνέκφραστη σοφία σου, σοῦ φώναζε δυνατά· Ἀλληλούϊα. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...